Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.162 Joseph. AJ 2.167 (English) >>Joseph. AJ 2.172

2.165αὐτὸν δὲ τοῦτον καὶ γυναῖκας ὑμετέρας καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν ὑμῶν ἀναλαβόντες ἐνθάδε μετοικίζεσθε· οὐδὲ γὰρ ἀποδήμους εἶναι δεῖ τῶν ἀγαθῶν τῶν ἡμετέρων τοὺς ἐμοὶ φιλτάτους ἄλλως τε καὶ τοῦ λιμοῦ λοιπὴν ἔτι πενταετίαν περιμενοῦντος.” ταῦτʼ εἰπὼν Ἰώσηπος περιβάλλει τοὺς ἀδελφούς· 2.166οἱ δʼ ἐν δάκρυσιν ἦσαν καὶ λύπῃ τῶν ἐπʼ αὐτῷ βεβουλευμένων τιμωρίας τʼ οὐδὲν αὐτοῖς ἀπολιπεῖν ἐδόκει τὸ εὔγνωμον τἀδελφοῦ. καὶ τότε μὲν ἦσαν ἐν εὐωχίᾳ· 2.167βασιλεὺς δʼ ἀκούσας ἥκοντας πρὸς τὸν Ἰώσηπον τοὺς ἀδελφοὺς ἥσθη τε μεγάλως καὶ ὡς ἐπʼ οἰκείῳ διατεθεὶς ἀγαθῷ παρεῖχεν αὐτοῖς ἁμάξας σίτου πλήρεις καὶ χρυσὸν καὶ ἄργυρον ἀποκομίζειν τῷ πατρί. λαβόντες δὲ πλείω παρὰ τἀδελφοῦ τὰ μὲν τῷ πατρὶ φέρειν τὰ δὲ αὐτοὶ δωρεὰς ἔχειν ἕκαστος ἰδίας, πλειόνων ἠξιωμένου Βενιαμὶν παρʼ αὐτούς, ἀπῄεσαν. 2.168

Ὡς δʼ ἀφικομένων τῶν παίδων Ἰάκωβος τὰ περὶ τὸν Ἰώσηπον ἔμαθεν, ὅτι μὴ μόνον εἴη τὸν θάνατον διαπεφευγὼς ἐφʼ πενθῶν διῆγεν, ἀλλὰ καὶ ζῇ μετὰ λαμπρᾶς εὐδαιμονίας βασιλεῖ συνδιέπων τὴν Αἴγυπτον καὶ τὴν ἅπασαν σχεδὸν ἐγκεχειρισμένος αὐτῆς ἐπιμέλειαν, 2.169ἄπιστον μὲν οὐδὲν ἐδόκει τῶν ἠγγελμένων λογιζόμενος τοῦ θεοῦ τὴν μεγαλουργίαν καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, εἰ καὶ τῷ μεταξὺ χρόνῳ διέλιπεν, ὥρμητο δʼ εὐθὺς πρὸς τὸν Ἰώσηπον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.162 Joseph. AJ 2.167 (English) >>Joseph. AJ 2.172

Powered by PhiloLogic